Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 20.118 | Dem. 20.120 (English) | >>Dem. 20.123 |
20.119ἆρʼ οὖν δίκαιον , ὦ ἄνδρες Ἀθηναῖοι , τοὺς εὐεργέτας τιμᾶν ; δίκαιον . τί δέ ; ὅσʼ ἂν δῷ τις ἅπαξ , δίκαιον ἔχειν ἐᾶν ; δίκαιον . ταῦτα τοίνυν αὐτοί τε ποιεῖτε , ἵνʼ εὐορκῆτε , καὶ τοὺς προγόνους ὀργίζεσθʼ ἂν μή τις φῇ ποιεῖν , καὶ τοὺς τὰ τοιαῦτα λέγοντας παραδείγματα , ὡς ἄρʼ ἐκεῖνοι μεγάλʼ εὖ παθόντες οὐδένʼ ἐτίμησαν , καὶ πονηροὺς καὶ ἀπαιδεύτους ἡγεῖσθʼ εἶναι , πονηροὺς μὲν διότι καταψεύδονται τῶν προγόνων ὑμῶν ὡς ἀχαρίστων , ἀμαθεῖς δὲ διότι ἐκεῖνʼ ἀγνοοῦσιν , ὅτι εἰ τὰ μάλιστα ταῦθʼ οὕτως εἶχεν , ἀρνεῖσθαι μᾶλλον ἢ λέγειν αὐτοῖς προσῆκεν .
οἴομαι τοίνυν καὶ τοῦτον τὸν λόγον Λεπτίνην ἐρεῖν , ὡς τὰς εἰκόνας καὶ τὴν σίτησιν οὐκ ἀφαιρεῖται τῶν εἰληφότων ὁ νόμος , οὐδὲ τῆς πόλεως τὸ τιμᾶν τοὺς ὄντας ἀξίους , ἀλλʼ ἔσται χαλκοῦς ἱστάναι καὶ σίτησιν διδόναι καὶ ἄλλʼ ὅ τι ἂν βούλησθε , πλὴν τούτου . ἐγὼ δʼ ὑπὲρ ὧν μὲν τῇ πόλει καταλείπειν φήσει , τοσοῦτο λέγω · ὅταν ὧν ἐδώκατέ τῳ πρότερόν τι , τοῦτʼ ἀφέλησθε , καὶ τὰς ὑπολοίπους ἀπίστους ποιήσετε πάσας δωρειάς . τί γὰρ ἔσται πιστότερον τὸ τῆς εἰκόνος ἢ τῆς σιτήσεως ἢ τὸ τῆς ἀτελείας , ἣν πρότερόν τισι δόντες ἀφῃρημένοι φανεῖσθε ;
20.121ἔτι δʼ εἰ μηδὲν ἔμελλε τοῦτʼ ἔσεσθαι δυσχερές , οὐδʼ ἐκεῖνο καλῶς ἔχειν ἡγοῦμαι , εἰς τοιαύτην ἄγειν ἀνάγκην τὴν πόλιν διʼ ἧς ἅπαντας ἐξ ἴσου τῶν αὐτῶν ἀξιώσει τοῖς τὰ μέγιστʼ εὐεργετοῦσιν , ἢ μὴ τοῦτο ποιοῦσα χάριν τισὶν οὐκ ἀποδώσει . μεγάλων μὲν οὖν εὐεργεσιῶν οὔθʼ ὑμῖν συμφέρει συμβαίνειν πολλάκις καιρόν , οὔτʼ ἴσως ῥᾴδιον αἰτίῳ γενέσθαι ·
20.120
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 20.118 | Dem. 20.120 (English) | >>Dem. 20.123 |